Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.289 Dem. 19.292 (English) >>Dem. 19.296

19.291ὑπὲρ Αἰσχίνου δʼ ἀναβήσει, ὅς, ἡνίκʼ ἔκρινεν Ἀριστοφῶν Φιλόνικον καὶ διʼ ἐκείνου τῶν σοὶ πεπραγμένων κατηγόρει, συγκατηγόρει μετʼ ἐκείνου σοῦ καὶ τῶν ἐχθρῶν τῶν σῶν εἷς ἐξητάζετο; ἐπειδὴ δὲ σὺ μὲν τουτουσὶ δεδιξάμενος καὶ φήσας καταβαίνειν εἰς Πειραιᾶ δεῖν ἤδη καὶ χρήματʼ εἰσφέρειν καὶ τὰ θεωρικὰ στρατιωτικὰ ποιεῖν, χειροτονεῖν συνεῖπε μὲν οὗτος, ἔγραψε δʼ βδελυρὸς Φιλοκράτης, ἐξ ὧν αἰσχρὰν ἀντʼ ἴσης συνέβη γενέσθαι τὴν εἰρήνην, 19.292οὗτοι δὲ τοῖς μετὰ ταῦτʼ ἀδικήμασι πάντʼ ἀπολωλέκασι, τηνικαῦτα διήλλαξαι; καὶ ἐν μὲν τῷ δήμῳ κατηρῶ Φιλίππῳ καὶ κατὰ τῶν παίδων ὤμνυες μὴν ἀπολωλέναι Φίλιππον ἂν βούλεσθαι· νῦν δὲ βοηθήσεις τούτῳ; πῶς οὖν ἀπολεῖται, ὅταν τοὺς παρʼ ἐκείνου δωροδοκοῦντας σὺ σῴζῃς; 19.293τί γὰρ δήποτε Μοιροκλέα μὲν ἔκρινες, εἰ παρὰ τῶν τὰ μέταλλʼ ἐωνημένων εἴκοσιν ἐξέλεξεν δραχμὰς παρʼ ἑκάστου, καὶ Κηφισοφῶντα γραφὴν ἱερῶν χρημάτων ἐδίωκες, εἰ τρισὶν ὕστερον ἡμέραις ἐπὶ τὴν τράπεζαν ἔθηκεν ἑπτὰ μνᾶς· τοὺς δʼ ἔχοντας, ὁμολογοῦντας, ἐξελεγχομένους ἐπʼ αὐτοφώρῳ ἐπὶ τῷ τῶν συμμάχων ὀλέθρῳ ταῦτα πεποιηκότας, τούτους οὐ κρίνεις, ἀλλὰ καὶ σῴζειν κελεύεις; 19.294καὶ μὴν ὅτι ταῦτα μέν ἐστιν φοβερὰ καὶ προνοίας καὶ φυλακῆς πολλῆς δεόμενα, ἐφʼ οἷς δʼ ἐκείνους σὺ ἔκρινες, γέλως, ἐκείνως ὄψεσθε. ἦσαν ἐν Ἤλιδι κλέπτοντες τὰ κοινά τινες; καὶ μάλʼ εἰκός γε. ἔστιν οὖν ὅστις μετέσχεν αὐτόθι νῦν τούτων τοῦ καταλῦσαι τὸν δῆμον; οὐδὲ εἷς. τί δʼ; ἐν Μεγάροις οὐκ οἴεσθʼ εἶναί τινα καὶ κλέπτην καὶ μὲν οἴομαι. ἆρʼ οὖν διὰ τούτους ἀπώλετʼ Ὄλυνθος; οὔ. τί δʼ; ἐν Μεγάροις οὐκ οἴεσθʼ εἶναί τινα καὶ κλέπτην καὶ παρεκλέγοντα τὰ κοινά; ἀνάγκη. καὶ πέφηνέ τις αἴτιος αὐτόθι νῦν τούτων τῶν συμβεβηκότων πραγμάτων; οὐδὲ εἷς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.289 Dem. 19.292 (English) >>Dem. 19.296

Powered by PhiloLogic